Πανάγαθε Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ φιλάνθρωπος καὶ ἐλεήμων, ὁ ἀεὶ καὶ διὰ παντὸς κηδόμενος τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ πρὸς τὸ συμφέρον πάντα λυσιτελῶς οἰκονομῶν καὶ προνοούμενος καὶ αὐτὸ πᾶσιν ἀπονέμων κατὰ τὸ μέγα καὶ πλούσιόν Σου ἔλεος, ὁ ἐπιτρέψας καὶ τὴν παροῦσαν οἰκονομικὴν κρίσιν καὶ δοκιμασίαν, ἐν ᾗ ἡ εὐλογημένη πατρὶς τῶν Ἑλλήνων κακῶς ὀδυνᾶται, ὁ ἐπιδημήσας ἐν χρόνῳ πρὸς ἡμᾶς, τοὺς ἀποδήμους τῆς χάριτός Σου, καὶ τῇ ἀφάτῳ Σου ἀγαθότητι σχίσας τὸ χειρόγραφον τῶν ἡμῶν ἁμαρτιῶν διὰ τοῦ ὑπερτίμου Σου αἵματος, ὁ μυστικῶς διακυβερνῶν τὰ σύμπαντα καὶ διὰ τῆς οἰκονομικῆς κρίσεως καὶ πτωχεύσεως παιδαγωγῶν ἡμᾶς, ὁ ἐν τῷ λαῷ Σου ἐναλλάσσων περιόδους παχειῶν καὶ ἰσχνῶν ἀγελάδων, διδάσκων αὐτῷ τὴν οἰκονομίαν τῶν ὑλικῶν ἀγαθῶν, τὴν ἐπιθυμίαν κτήσεως τῶν ἐν οὐρανοῖς μόνον, ἐν οἷς τὸ πολίτευμα ἡμῶν ὑπάρχει, τὴν ἀλληλεγγύην πρὸς τοὺς ἐμπεριστάτους καὶ πάσχοντας, ὁ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους καὶ τὴν Σὴν δεικνύμενος πρὸς πάντας ἀνύστακτον μέριμναν καὶ φροντίδα, ὁ ἐκ τοῦ φλέγοντος πυρὸς τῶν δοκιμασιῶν καὶ περιστάσεων ὁδηγῶν ἡμᾶς εἰς δροσισμὸν καὶ ἀναψυχήν, ὁ ἐκ τοῦ ἀφεγγοῦς σκότους τῆς ἐν τῇ ἁμαρτίᾳ καὶ ἀπληστίᾳ δουλώσεως ἰθύνων τοὺς οἰκέτας Σου πρὸς ἦμαρ εὐφρόσυνον ἐπιγνώσεως, μετανοίας καὶ ἀναζητήσεως τῶν ἐν τῇ ζωῇ ἀπαραιτήτων καὶ ἀναγκαίων, Αὐτός, Πανάγαθε Βασιλεῦ, ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀνάδειξον ἐν τῷ ἔθνει τῶν Ἑλλήνων ἄνδρας θαυμαστούς, εὐλαβεῖς, μεστοὺς θείου ζήλου καὶ σοφίας πρὸς φωτισμὸν ἡμῶν, τοῦ λαοῦ Σου, πρὸς ἀπόκρουσιν τῶν προσβολῶν τῶν ἐναντίων, καὶ δὸς ἡμῖν κυβερνήτας ἀντιῤῥόπους καὶ φύλακας ἀγρύπνους ἀντιτάσσειν τῇ σφοδρότητι τῶν οἰκονομικῶν στρατηγιῶν τὴν ἀρετὴν καὶ προσφορὰν ἐν τῇ τοῦ καιροῦ δυσκολίᾳ. Ναί, Κύριε, ὁ Θεός, δὸς ἡμῖν, τῷ Χριστωνύμῳ τῆς Ἑλλάδος λαῷ, τὴν ἀπαλλαγὴν ἐκ τῶν ἐπιβούλων ἡμῶν, τὴν σωτηρίαν καὶ τὴν λύτρωσιν, καὶ ἐκ τῶν ἀδιεξόδων καὶ τοῦ σκότους, ἴθυνον ἡμᾶς πρὸς διεξόδους ἐπιλύσεως προβλημάτων καὶ πρὸς ὁλοφώτους ἀτραποὺς τῆς Σοὶ εὐαρέστου μόνον εὐμαρείας. Ταπείνωσον ἐν τῇ ἰσχύϊ Σου τοὺς δυνάστας ἡμῶν, ὁ εἰπὼν «μή καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ» (Α´ Βασιλ. β΄,9), καθ’ ὅτι «Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾍδου καὶ ἀνάγει· Κύριος πτωχίζει καί πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ» (Α´ Βασιλ. β΄,6-7). Ἴδε τὴν προαίρεσιν καὶ τὴν καθαρότητα τοῦ νοὸς ἡμῶν δεομένων Σου καὶ σχῖσον τὸ χειρόγραφον τοῦ χρέους ἡμῶν τῇ μαχαίρᾳ τῆς πανσθενοῦς φιλανθρώπου Σου Χάριτος. Πράϋνον τὰς θλιβερὰς συνεπείας τῆς οἰκονομικῆς κρίσεως καὶ ἐξουδενώσεως τοῦ δοξάζοντός Σε πληρώματος. Ἀνάστησον τὸ πεπτωκὸς φρόνημα τῶν ἐντίμως ἐν Ἑλλάδι βιούντων. Ἐνίσχυσον πάντας τοὺς ἐν τῇ πατρίδι ἡμῶν ἀξιοπρεπῶς καὶ φιλοπόνως οἰκοῦντας πρὸς ὑπομονὴν καὶ ἄρσιν τοῦ σταυροῦ τῶν λυπηρῶν, τῆς ἐνδείας, πτωχεύσεως, ἐξουδενώσεως καὶ στερήσεως τῶν ἀγαθῶν Σου, ἐν ἀνεξικακίᾳ, ἐν συγχωρήσει ἀλλήλων καὶ ἐν προηγήσει κενωτικῆς ἀγάπης. Δίδαξον ἡμᾶς ἐξαγοράζειν τὸν καιρόν, λογιζομένους αὐτὸν ὡς «παίγνιον ἐπὶ τῆς γῆς» ὡς «φύσημα μὴ κρατούμενον», «ὡς «πτῆσιν ὀρνέου παρερχομένου» καὶ ὡς «ναῦν ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσαν». Βοήθει ἡμῖν γενέσθαι ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς γέφυρα μετάγουσα οὐχὶ εἰς τὴν δῆθεν ἐπιτυχίαν καὶ ἐπίπλαστον δόξαν, ἣν ματαίως, οἴμοι, ἐπιδιώκομεν, ἀλλά, ἡδομένοις καὶ ἐνασχολουμένοις ἐν τοῖς θείοις νοήμασιν, εἰς τὴν οὐράνιον δόξαν καὶ τὴν ἄληκτον μακαριότητα.
Βοήθει αὖθις ἡμῖν τοῖς δοξάζουσί Σε, εὔσπλαγχνε χρεωλῦτα, ἀποτινάξαι τὸν ζυγὸν τῶν ἡμῶν δανειστῶν καὶ τυράννων, τῶν θιγόντων τὴν ἡμῶν ἐλευθερίαν, πωλούντων τὴν ἡμῶν ἀξιοπρέπειαν, ἐπηρεαζόντων τὴν ἔκβασιν τῶν δικῶν ἐν τοῖς δικαστηρίοις, ὑποτιμώντων τὴν ἀξίαν τῶν περιουσιακῶν ἡμῶν στοιχείων τῇ δυνάμει τῆς αὐτῶν οἰκονομικῆς ἀνέσεως. Πρόσθες αὐτοῖς κακά, Κύριε, τοῖς ἐνδόξοις τῆς γῆς, καὶ ἡμῶν δυνάσταις. Διάνοιξον, ὅμως, ἐν ταὐτῷ καὶ ἡμῶν, τοῦ εὐλογημένου λαοῦ Σου, τὰ ὄμματα βλέπειν τὰ διαμένοντα συμφέροντα καὶ μὴ ἀφρόνως πολιτεύεσθαι, φεῦ, δανειζομένων οὐχὶ πρὸς ἐξασφάλισιν τοῦ ἐπιουσίου ἡμῶν ἄρτου, ἀλλὰ πρὸς ἀγορὰν πολυτελῶν καταλυμάτων καὶ κινητῆς περιουσίας ὑψίστης πολυτελείας, ὡς καὶ πρὸς διασκορπισμὸν ἐν ἀνωφελέσι ταξιδίοις, ἀσωτίαις καὶ τρυφηλότητι βίου.
Γιγνώσκομεν, Κύριε, ὅτι παρωργίσαμεν τὴν Σὴν ἀγαθότητα ταῖς παραλόγοις ἡμῶν ἀπαιτήσεσι καὶ ἐπιθυμίαις, ἀφ’ ὧν ἀποστρέφεις τὸ πρόσωπόν Σου, καὶ ἡμᾶς, τοὺς νῦν ὡς Νινευΐτας ἐν μετανοίᾳ ἐκζητοῦντας τὸν θεῖόν Σου ἔλεος, διαβεβαιεῖς, ὅτι οὐ λαμβάνομεν ἐν τοῖς αἰτήμασιν ἡμῶν, διότι κακῶς αἰτούμεθα, ἵνα ἐν ταῖς ἡδοναῖς δαπανήσωμεν. Γνωρίζομεν ὡσαύτως, εὐΐλατε Κύριε, ὅτι παραθεωροῦντες τὴν ἑκουσίαν πτωχείαν, ἀκτησίαν καὶ κοινοκτημοσύνην, ἀποστερούμεθα τῆς ἐλευθερίας ἡμῶν καὶ αὖθις ζυγῷ δουλείας ἐνεχόμεθα διὰ τῆς συνάψεως δανείων, διὰ κολακείας ἀνθρώπων διὰ πληρωμῆς βαρυτάτων φόρων καὶ παραμένομεν ἐσαεὶ χρεῶσται τῶν τοκογλύφων ἐπιβούλων ἡμῶν συρόμενοι ὡς ἄλογα ἐκ τοῦ χαλινοῦ.
Ἔτι γνωρίζομεν, Κύριε, ὅτι Σὺ εἶ «ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα» (Ψαλμ. 112, 7). Σὺ εἶ ὁ ἀνυψῶν πτωχὸν ἐκ σκυβάλων καὶ ἐξ ἀθλιότητος κοινωνικῆς καὶ καταφρονήσεως εἰς περιόπτους θέσεις τοὺς οἰκέτας Σου λέγων φωνῇ στεντορείᾳ, ὅτι ὁ ἐλεῶν πτωχὸν Σοὶ δανείζει, καὶ ὅτι «πλουσιώτατός ἐστιν ὁ ἐλαχίστοις ἀρκούμενος».
Ἐπάκουσον οὖν, φιλάνθρωπε Κύριε, ἡμῶν δεομένων Σου καὶ παῦσον τὰς περὶ δανεισμοῦ ἡμῶν ἀφρόνους ἐπιθυμίας χάριν ἐπιγείων ἀνέσεων· ῥῦσαι ἡμᾶς πάσης ἐπιβουλῆς ἀλλοτρίων, πτωχεύσεως καὶ ἐξαθλιώσεως, ὁδηγούσης εἰς στέρησιν προσωπικῆς καὶ ἐθνικῆς ἡμῶν ἐλευθερίας· δὸς ἐργασίαν τῇ νεολαίᾳ Σου, ἵνα μὴ ἐκ τῆς ἀργίας ἐμπέσῃ αὕτη εἰς βόθυνον πάσης κακίας, καὶ γενοῦ ἀρωγὸς πάντων τῶν ἀνέργων, ἀστέγων, ἐμπεριστάτων, ἐνδεῶν καὶ πενήτων· κολόβωσον τὸν χρόνον τῆς κρίσεως καὶ ταχὺ ἀνάτειλον τῇ προσφευγούσῃ Σοι πατρίδι ἡμῶν ἦμαρ ἡσυχίας, προόδου καὶ πνευματικῆς ἀγαλλιάσεως, καίτοι ἐκ τῆς ἠθικῆς σήψεως ἤχθημεν εἰς τὴν οἰκονομικὴν τῆς σήμερον κρίσιν, πρεσβείαις τῆς ὑπεραγίας Σου Μητρός, τῆς Ἐλεούσης Θεοτόκου, τῆς παραμυθίας τῶν ἐν θλίψεσι, τῆς ἐπισκέψεως καὶ ἰάσεως τῶν ἀσθενούντων, τῆς ἀντιλήψεως τῶν καμνόντων, τῆς τῶν χηρῶν καὶ ὀρφανῶν προστάτιδος, τῆς ῥώσεως τῶν ἀδυνάτων καὶ τοῦ πλουτισμοῦ τῶν πενήτων, τῆς ἑτοίμης τῶν ἐμπεριστάτων ἀντιλήψεως ἐν πάσῃ περιστάσει, ὅτι Σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐκτενὴς Δέησις.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον.
Ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἱερωνύμου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον,* Κύριε, ἐλέησον.
Ὑπὲρ λυτρώσεως τοῦ ἐν Ἑλλάδι φιλοχρίστου λαοῦ ἀπὸ τῶν δυσμενῶν συνθηκῶν ἐκ τῆς προσφάτου οἰκονομικῆς κρίσεως τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Κρίσεως ἐξάρπασον,* Ἕλληνας ὑμνοῦντάς Σε,* Κύριε φιλάνθρωπε.
Ὑπὲρ ἀπομακρύνσεως τῶν ἐπιβούλων τῆς ἡμῶν ἐλευθερίας καὶ ἀνέσεως τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Ἐπιβούλους δίωξον,* τῆς Ἑλλάδος σθένει Σου,* Σῶτερ, δοξαζούσης Σε.
Ὑπὲρ ἐδαφίσεως τῆς ἐπηρμένης ὀφρύος τῶν τοὺς λαοὺς καταδυναστευόντων τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Τοὺς δυνάστας πτώχιζε* τῆς Ἑλλάδος, Κύριε, * ὁ πλουτίζων δούλους Σου.
Ὑπὲρ τῆς τηρήσεως ἡμῶν ἐν ἑνότητι καὶ ὁμονοίᾳ καὶ ἀμοιβαίᾳ ἀγάπη τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Ἐν ἑνώσει τήρησον* τὸν λαόν Σου, Κύριε,* Σοὶ πιστῶς προσφεύγοντα.
Ὑπὲρ καταπέμψεως τῶν ταῖς ψυχαῖς ἡμῶν συμφερόντων τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Οἰκονόμει, Κύριε,* εὐσεβέσιν Ἕλλησι* ταῖς ψυχαῖς συμφέροντα.
Ὑπὲρ καταισχύνης τῶν ἡμᾶς ὁδηγούντων εἰς οἰκονομικὴν ἐξαθλίωσιν χάριν ἰδίων συμφερόντων τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Ἐπηρμένον σύντριψον* δυναστῶν, Θεάνθρωπε,* τῶν Ἑλλήνων φρύαγμα.
Ὑπὲρ ὑπομονῆς τοῦ στένοντος λαοῦ τῶν Ἑλλήνων ἐν ταῖς θλίψεσι καὶ ταῖς παρούσαις ἀνάγκαις τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Ὑπομένειν, Κύριε,* Ἕλληνας ἀξίωσον,* Σῶτερ, ἐξαθλίωσιν.
Ὑπὲρ ἀποτινάξεως τοῦ ζυγοῦ τῶν ἡμῶν δυναστῶν καὶ ἐπιβούλων τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Ἔγειρον ἐκ κρίσεως* τῆς προσκαίρου, Κύριε,* Ἕλληνας αἶνοῦντάς Σε.
Ὑπὲρ βοηθείας καὶ ἀντιλήψεως τῶν καμνόντων καὶ ἐμπεριστάτων Ἑλλήνων ἀδελφῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Ἕλλησι τοῖς στένουσιν* ἐξ ὀδύνης κρίσεως,* Ἰησοῦ, βοήθησον.
Ὑπὲρ ἐξευρέσεως ἐργασίας τοῖς ἀνέργοις ἀδελφοῖς ἡμῶν καὶ δὴ τῇ ἐμπεριστάτῳ νεότητι τοῦ Κυρίου δεηθῶμεν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Ἐργασίας βάλσαμον* τῇ ἀνέργῳ δώρησαι* νεολαίᾳ, Κύριε.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σῶτερ εὐσυμπάθητε,
Λόγε Θεοῦ τοῦ Ὑψίστου,
χρεωλῦτα Κύριε
εὐσεβῶν συστήματος ,
ῥῦσαι θλίψεων,
ἄχθους, πτωχεύσεως,
κρίσεως Σοὺς δούλους
οἰκονομικῆς, φιλάνθρωπε,
καὶ τῆς κακότητος
ἐπιβούλων χθόνα ἀρδεύοντας
νῦν ἀειῤῥύτοις δάκρυσι
καὶ ἱδρῶσιν, εὔσπλαγχνε Κύριε,
εὐλαβοῦς Ἑλλάδος,
καὶ ὥσπερ Νινευῗται ἀληθῶς
ἐν μετανοίᾳ Σὴν πάνσεπτον
κλῆσιν μεγαλύνοντας.
Κύριε, ταπείνωσον
τῶν δανειστῶν ἐπηρμένον
φρύαγμα τῶν δούλων Σου
καὶ αὐτῶν τὴν μήνιδα
καταπράϋνον
καθ’ ἡμῶν, εὔσπλαγχνε
Σῶτερ, δοξαζόντων
ὀρθοδόξως Σε, φιλάνθρωπε,
καὶ προστρεχόντων Σοι
ἐν παναλγειναῖς περιστάσεσι
καὶ λύπαις καὶ στενώσεσιν
Ἕλληνας, Θεοῦ Λόγε Κτίσαντος,
τῆς οἰκονομίας
νῦν κρίσιν ὑπομένοντας καλῶς,
τὴν ζοφερὰν ἐξαθλίωσιν,
Δέσποτα, καὶ πτώχευσιν.
Σῶτερ, τὴν νεότητα
ἐξ ἀνεργίας τυφῶνος
πρὸς τὴν Σοὶ εὐάρεστον
ἐργασίαν ἴθυνον
καὶ ὁδήγησον
πάντας αἰνοῦντάς Σε
ἀξιοπρεπείας
πρὸς ἐπάλξεις, πολυέλεε,
Σῶτερ καὶ Κύριε,
τῶν ἡμῶν πταισμάτων χειρόγραφον
ὁ σχίσας συμπαθείᾳ Σου
καὶ πολλῇ, Χριστέ, ἀγαθότητι,
Σὲ παρακαλοῦμεν,
λιταῖς τῆς παναχράντου Σου μητρὸς
καὶ Παϊσίου, ἀσκήσαντος
ἄρτι ἐν τῷ Ἄθωνι.
Ἀπολυτίκια.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσυμπάθητε Σῶτερ, ὁ τὸ χρεόγραφον
σχίσας φθορᾶς καὶ θανάτου
τοῦ γένους τῶν χοϊκῶν,
ῥῦσαι Ἕλληνας πιστῶς δοξολογοῦντάς Σε
ἄρχειν δοκούντων τῶν λαῶν
χαλεπῆς ἐπιβουλῆς,
πτωχεύσεως, ἀνεργίας
καὶ δυναστῶν τυραννίδος,
φιλανθρωπότατε Θεάνθρωπε.
Θεοτοκίον.
Ἐλεοῦσα Παρθένε, ἐξαθλιώσεως
Ἑλλήνων ῥῦσαι τοὺς δήμους,
σὲ ἀνυμνοῦντας πιστῶς,
τοὺς προσφεύγοντας ἑτοίμῃ ἀντιλήψει σου,
κρίσεως οἰκονομικῆς,
ἀνεργίας ζοφερᾶς,
πτωχεύσεως καὶ δουλείας
τοῖς δανεισταῖς, τοκογλύφοις
καὶ ἐπιβούλοις πᾶσι, Δέσποινα.
Δρ Χαραλάμπης Μ. Μπούσιας,
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου