Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Tῶν ὁσίων ἀκρότης καὶ ἀγγέλοις ἐφάμιλλος ὡς γὰρ ἡγιασμένος ἐδείχθης ἐκ παιδός, Σάββα ὅσιε. Οὐράνιον γὰρ βίον ἀπελθῶν, πρὸς ἔνθεον ζωὴν χειραγωγεῖς διὰ λόγου τε καὶ πράξεως ἀληθοῦς, τοὺς πίστει ἐκβοῶντας σοι. Δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ’.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας· καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα Πατὴρ ἡμῶν Ὅσιε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.
Διαβάστε σχετικά:
Διαβάστε σχετικά:
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου