Ἀπολυτίκιον. Ἦχος δ’.
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος μυστηρίου ἡ φανέρωσις· ὁ Υἷός του Θεοῦ, υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ, τῇ Θεοτόκῳ βοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ.
Κοντάκιον Ἦχος πλ. δ’. Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον
Ἵνα κράζω σοι, χαῖρε Νύμφη Ἀνύμφευτε.
Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.
Τὸν ὁμοούσιον Πατρὶ καὶ θείῳ Πνεύματι
Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ Ἁγνὴ συνέλαβες
Τῇ τοῦ Πνεύματος ἐλεύσει τοῦ Παναγίου
Εἰς ἀνάπλασιν βροτείου γένους Ἄχραντε,
Ἀρχαγγέλου σοι φωνὴν κοσμοχαρμόσυνον
Ἐκβοήσαντος, χαῖρε Νύμφη Ἀνύμφευτε.
Μεγαλυνάριον.
Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων, μετὰ δέους τῇ Μαριάμ. Ὢ τοῦ ξένου τρόπου, ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σώζων ὃν ἔπλασε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου